Puslapio vaizdai
PDF
„ePub“

3. I fear that the soldiers will not be sent.

4. Let Cyrus send for the generals and the captains of the Greeks.

5. We, fellow-soldiers, must proceed to Sardis.

6. He thought that Cyrus would make an expedition against his brother.

7. He sent men who would rescue the boys.

8. The soldiers said that they must have provisions.

4. Translate into English :

ἐκ δὲ Τυριαίου ἐξελαύνει πρὸς Δάνα, ἐν δὲ Δάνοις μένει ο Κύρος ἡμέρας τρεῖς, καὶ ἀποκτείνει Μεγαφέρνην, φοινικιστὴν βασίλειον· ἐπεβούλευε γὰρ αὐτῷ. ἐντεῦθεν εἰσέβαλλον εἰς τὴν Κιλικίαν. ἡ δὲ εἰσβολὴ ἦν ὁδὸς ἀμαξιτός, ὀρθία καὶ στενή· ἐλέγετο δὲ καὶ Συέννεσις ὁ Κίλιξ εἶναι ἐπὶ τῶν ἄκρων, φυλάττων τὴν εἰσβολήν. διὰ τοῦτο ἔμενον ἡμέραν ἐν τῷ πεδίῳ.

1. (α) Translate :

JUNIOR GREEK.

οἱ μὲν οὖν Ἕλληνες παρ' αὐτὴν ἐσκήνησαν ἐγγὺς παραδείσου μεγάλου καὶ καλοῦ καὶ δασέος παντοίων δένδρων, οἱ δὲ βάρβαροι διαβεβηκότες τὸν Τίγρητα· οὐ μέντοι καταφανεῖς ἦσαν. μετὰ δὲ τὸ δεῖπνον ἔτυχον ἐν περιπάτῳ ὄντες πρὸ τῶν ὅπλων Πρόξενος καὶ Ξενοφῶν· καὶ προσελθὼν ἄνθρωπός τις ἠρώτησε τοὺς προφύλακας ποῦ ἂν ἴδοι Πρόξενον ἢ Κλέαρχον Μένωνα δὲ οὐκ ἐζήτει, καὶ ταῦτα παρ' Αριαίου ὢν τοῦ Μένωνος ξένου. ἐπεὶ δὲ Πρόξενος εἶπεν ὅτι αὐτός εἰμι ὃν ζητεῖς, εἶπεν ὁ ἄνθρωπος τάδε. Επεμψέ με Αριαῖος καὶ ̓Αρτάοζος, πιστοὶ ὄντες Κύρῳ καὶ ὑμῖν εἶναι, καὶ κελεύουσι φυλάττεσθαι μὴ ὑμῖν ἐπιθῶνται τῆς νυκτὸς οἱ βάρβαροι· ἔστι δὲ στράτευμα πολὺ ἐν τῷ πλησίον παραδείσῳ.

[Xenophon, Anabasis, Lib. II, Cap. IV.]

(b) Parse and give the principal parts of:
διαβεβηκότες, ἔτυχον, προσελθών, ἴδοι.

(c) Explain the mood of ἴδοι and ἐπιθῶνται.

2. (α) Translate:

Ταῦτα δ' εἰπὼν καὶ μεταστραφεὶς πρὸς τοὺς ἐναντίους ἡσυχίαν εἶχε· καὶ γὰρ ὁ μάντις παρήγνελλεν αὐτοῖς μὴ πρότερον ἐπιτίθεσθαι, πρὶν τῶν σφετέρων ἢ πέσοι τις ἢ τρωθείη· ἐπειδὰν μέντοι τοῦτο γένηται, ἡγησόμεθα μέν, ἔφη, ἡμεῖς, νίκη δ' ὑμῖν ἔσται ἑπομένοις, ἐμοὶ μέντοι θάνατος, ὥς γέ μοι δοκεῖ. καὶ οὐκ ἐψεύσατο, ἀλλ' ἐπεὶ ἀνέλαβον τὰ ὅπλα, αὐτὸς μὲν ὥσπερ ὑπὸ μοίρας τινὸς ἀγόμενος ἐκπηδήσας πρῶτος ἐμπεσὼν τοῖς πολεμίοις ἀποθνήσκει, καὶ τέθαπται ἐν τῇ διαβάσει τοῦ Κηφισοῦ· οἱ δ' ἄλλοι ἐνίκων καὶ κατεδίωξαν μέχρι τοῦ ὁμαλοῦ.

[Xenophon, Hellenics, Lib. II, Cap. IV.] (b) Parse and give the principal parts of: εἰπὼν, μεταστραφείς, τέθαπται.

tense.

(c) Explain πρὶν, πέσοι, accounting for mood and What other construction does πρív take?

3. Translate into Greek :

When Cyrus marched against his brother Artaxerxes, the king of Persia, he took with his army a force of ten thousand Greeks, and among these Xenc phon followed as being a friend of Proxenus, one of the generals in command of the Greeks. Xenophon was present at the battle of Cunaxa, where, though victorious, Cyrus lost his life. After the battle the Greeks desired to return home. And Tissaphernes, one of the Persian generals, promised to lead them back to Greece in safety. But he broke his word and slew all who came to him for the conference.

4. For Translation at Sight:

Ἐμοὶ μὲν ἀρκεῖ οἴκοι μένειν, καὶ εἴτε Λύσανδρος εἴτε ἄλλος τις ἐμπειρότερος περὶ τὰ ναυτικὰ βούλεται εἶναι, οὐ κωλύω τὸ κατ' ἐμέ ἐγὼ δ' ὑπὸ τῆς πόλεως ἐπὶ τὰς ναῦς πεμφθεὶς οὐκ ἔχω τί ἄλλο ποίω ἢ τὰ κελευόμενα ὡς ἂν δύνωμαι κράτιστα. ὑμεῖς δὲ πρὸς ἃ ἐγώ τε φιλοτιμοῦμαι καὶ ἡ πόλις ἡμῶν αἰτιάζεται, ἴστε γὰρ αὐτὰ ὥσπερ καὶ ἐγώ, συμβουλεύετε τὰ ἄριστα ὑμῖν δοκοῦντα εἶναι περὶ τοῦ ἐμὲ ἐνθάδε μένειν ἢ οἴκαδε ἀποπλεῖν ἐροῦντα τὰ καθεστῶτα ἐνθάδε.

[Hellenics, A. 6.]

I. Translate :

SENIOR GREEK.

(α) Τὸν δ' ἐμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ,,ὤμοι, τέκνον ἐμὸν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα ; αίθ ̓ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο· τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ εἶμ' αὐτὴ πρὸς Ολυμπον ἀγάννιφον, αἴ κε πίθηται. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν μήνι Αχαιοίσιν, πολέμου δ ̓ ἀποπαύει πάμπανε (β) οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος, ἱστάμενοι δ' εἴροντο περὶ σπέος, ὅττι ἑ κήδοι· ,τίπτε τόσον, Πολύφημ', ἀρημένος ὧδε βόησας νύκτα δι' ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα ; ή μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει ; ἢ μή τίς σ' αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν ;

τοὺς δ ̓ αὖτ ̓ ἐξ ἄντρου προσέφη κρατερός Πολύφημος· ,ὦ φίλοι, Οὗτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.

οἱ δ' απαμειβόμενοι ἔπεα πτερόεντ' ἀγόρευον·

,εἰ μὲν δὴ μὴ τίς σε βιάζεται οἷον ἐόντα, νοῦσόν γ ̓ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.,

2. Translate :

ὑμῶν δὲ οὐδ ̓ ἡ ἀπειρία τοσοῦτον λείπεται ὅσον τόλμῃ προύχετε· τῶνδε δὲ ἡ ἐπιστήμη, ἣν μάλιστα φοβεῖσθε, ἀνδρείαν μὲν ἔχουσα καὶ μνήμην ἕξει ἐν τῷ δεινῷ ἐπιτε | λεῖν ἃ ἔμαθεν, ἄνευ δὲ εὐψυχίας οὐδεμία τέχνη πρὸς τοὺς κινδ ύνους ἰσχύει. φόβος γὰρ μνήμην ἐκπλήσσει, τέχνη δὲ ἄνευ ἀλκῆς οὐδὲν ὠφελεῖ. πρὸς μὲν οὖν τὸ ἐμπειρότερον αὐτῶν τὸ τολμηρότερον ἀντιτάξασθε, πρὸς δὲ τὸ διὰ τὴν ἧσσαν δεδιέναι τὸ ἀπαράσκευοι τότε τυ | χεῖν. περιγίγνεται δὲ ἡμῖν, πλῆθός τε νεῶν καὶ πρὸς τῇ γῇ οἰκείᾳ οὔσῃ ὁπλιτῶν

παρόντων ναυμαχεῖν· τὰ δὲ πολλὰ τῶν πλεόνων καὶ ἄμεινον παρεσκευασμένων τὸ κράτος ἐστίν. ὥστε οὐδὲ καθ' εν εὑρίσκομεν εἰκότως ἂν ἡμᾶς σφαλλομένους· καὶ ὅσα ἡμάρ τομεν πρότερον, | νῦν αὐτὰ ταῦτα προσγενόμενα διδασκαλίαν παρέξει. | θαρσοῦντες οὖν καὶ κυβερνῆται καὶ ναῦται τὸ καθ' ἑαυτὸν ἕκαστος ἕπεσθε, χώραν μὴ προλείποντες ᾗ ἄν τις προσταχθῇ. τῶν δὲ πρότερον ἡγεμόνων οὐ χεῖρον τὴν ἐπιχείρησιν ἡμεῖς παρασκευάσομεν καὶ οὐκ ἐνδώ | σομεν πρόφασιν οὐδενὶ κακῷ γενέσθαι· ἢν δέ τις ἄρα καὶ βουληθῇ, κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ, οἱ δὲ ἀγαθοὶ τιμήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς. “

3. Translate :

Ω ΑΝΟΉΤΟΙ Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ ̓ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος ; τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως ; οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκί ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως ; καθὼς ̓Αβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοί εἰσιν υἱοὶ ̓Αβραάμ. προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ ̓Αβραάμ, «Ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη· ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν

τῷ πιστῷ ̓Αβραάμ.

4. Unseen translation :

Πρὸς ταῦτα δὲ εἶπεν ὁ Σιμωνίδης· ̓Αλλὰ ταῦτα μὲν πάνυ ἔμοιγε μικρὰ δοκεῖ εἶναι ἃ σὺ λέγεις. πολλοὺς γάρ, ἔφη, ἔγωγε ὁρῶ τῶν δοκούντων ἀνδρῶν εἶναι ἑκόντας μειονεκτοῦντας καὶ σίτων καὶ ποτῶν καὶ ὄψων ἀπεχομένους. ἀλλ' ἐν ἐκείνοις γε πολὺ διαφέρετε τῶν ἰδιωτῶν, ὅτι μεγάλα μὲν ἐπινοεῖτε, ταχὺ δὲ κατεργάζεσθε, πλεῖστα δὲ τὰ περιττὰ ἔχετε, κέκτησθε δὲ διαφέροντας μὲν ἀρετῇ ἵππους, διαφέ ροντα δὲ κάλλει ὅπλα, υπερέχοντα δὲ κόσμον γυναιξί, μεγαλοπρεπεστάτας δ' οἰκίας καὶ ταύτας κατεσκευασμένας τοῖς πλείστου ἀξίοις, ἔτι δὲ πλήθει καὶ ἐπιστήμαις θερά

« AnkstesnisTęsti »