Puslapio vaizdai
PDF
„ePub“

FIRST YEAR HONOURS.

Greek.

1. Translate :

ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. οὕτω νικήσαιμί τ ̓ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατ ̓ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν πρώτους ἠξίως ἀναγεῦς ὑμᾶς, ἡ παρέσχε μοι ἔργον τλεῖστον· εἶτ ̓ ἀνεχώρουν ὑπ ̓ ἀνδρῶν φορτικῶν · ἡττηθείς, οὐκ ἄξιος ὤν· ταῦτ ̓ οὖν ὑμῖν μέμφομαι τοῖς σοφοῖς, ὧν εἴνεκ ̓ ἐγὼ ταῦτ ̓ ἐπραγματευόμην. ἀλλ' οὐδ ̓ ὡς ὑμῶν ποθ ̓ ἑκὼν προδώσω τοὺς δεξιούς. ἐξ ὅτου γὰρ ἐνθάδ' ὑπ' ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὼ καταπύγων ἄριστ ̓ ἀκουσάτην, κἀγώ, παρθένος γὰρ ἔτ ̓ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς δ ̓ ἑτέρα τις λαβοῦσ ̓ ἀνείλετο, ὑμεῖς δ ̓ ἐξεθρέψατε γενναίως καπαιδεύσατε· ἐκ τούτου μοι πιστὰ παρ' ὑμῶν γνώμης ἔσθ' ὅρκια. νῦν οὖν Ηλέκτραν κατ' ἐκείνην ἥδ ̓ ἡ κωμῳδία ζητοῦσ ̓ ἦλθ ̓, ἦν που 'πιτύχῃ θεαταῖς οὕτω σοφοῖς· γνώσεται γάρ, ήνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. Aristophanes, Clouds, 518–536.

Explain the allusions in this passage.

2. Explain the following expressions:—φρουρᾶς ᾄδων, τίς ἂν δῆτ ̓ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα, σὺ δὲ ὥσπερ τεθνεῶτος καταλύει μου τὸν βίον, Ηράκλεια λουτρά, βορσοδέψην Παφλαγόνα, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

3. Describe, with remarks, the contest between the δίκαιος and the ἄδικος λόγος.

[ocr errors]
[ocr errors]

Οἱ γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι ἦλθον αὐτοῖς οἱ ἐκ τῶν περὶ ̓Επίδαμνον ναυμαχιῶν, ὑπὸ Κορινθίων ἀφεθέντες, τῷ μὲν λόγῳ οκτακοσίων ταλάντων τοῖς προξένοις διηγγυημένοι, ἔργῳ δὲ πεπεισμένοι Κοριν θίας Κέρκυραν προσποιῆσαι. καὶ ἔπρασσον οὗτοι ἕκαστον τῶν πολιτῶν μετιόντες, ὅπως ἀποστήσωσιν Αθηναίων τὴν πόλιν. καὶ ἀφικομένης Αττικῆς τε νεὼς καὶ Κορινθίας πρέσ βεις ἀγουσῶν καὶ ἐς λόγους καταστάντων ἐψηφίσαντο Κερκυραῖοι Αθηναίοις μὲν ξύμμαχοι εἶναι κατὰ τὰ ξυγκείμενα, Πελοποννησίοις δὲ φίλοι ὥσπερ καὶ πρότερον. καί ἦν γὰρ Πειθίας ἐθελοπρόξενος τε τῶν ̓Αθηναίων καὶ τοῦ δήμου προειστήκει) υπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην, λέγοντες Αθηναίοις τὴν Κέρκυραν καταδουλοῦν. ὁ δὲ ἀποφυγὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας, φάσκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ ̓Αλκίνου· ζημία δὲ καθ' ἑκάστην χάρακα ἐπέκειτο στατήρ. ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων διὰ πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας (ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν) πείθει ὥστε τῷ νόμῳ χρήσασθαι. οἱ δ ̓ ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστι, μέλλειν τὸ πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς ̓Αθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα· οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν ̓Αττικὴν τριήρηκατέφυγον ἔτι παροῦσαν.

Thucydides, III, 70.

1. What is the force of ανά in αναπείσειν ? Of what verb is κεῖμαι in συγκείμενα and ἐπέκειτο used as perfect ? What could take the place of ἄνδρας in τοὺς πλουσιωτάτους πέντε ἄνδρας.

2. Describe and contrast the fate of Plataea at the hands of Sparta, and of Mytilene at the hands of Athens.

FIRST YEAR HONOURS.

Greek.

Make into Greek :

The desire for praise and honour seems to be implanted by Nature herself in the human soul. The nobler a man is the more earnestly he desires to gain the approval of the good and to make his name live in the memory of after times, and this object he seeks to attain through honourable deeds and services to mankind. Would that

all aspirants to fame sought it in this way. Many a monarch who would make himself a name through the conquest of enemies and the overthrow of kingdoms, has brought destruction and misery on the earth instead of prosperity and plenty. Is it reasonable to pay the tribute of praise to such deeds as these?

Translate at sight :

Μετὰ ταῦτα δ ̓ εὐθὺς καὶ τάδε ξυνέβη γενέσθαι τοῖς Αθηναίοις καὶ Πελοποννησίοις διάφορα ἐς τὸ πολεμεῖν. τῶν γὰρ Κορινθίων πρασσόντων ὅπως τιμωρήσωνται αὐτούς, ὑποτοπήσαντες τὴν ἔχθραν αὐτῶν οἱ Ἀθηναῖοι Ποτιδαιάτας, οἱ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ τῆς Παλλήνης, Κορινθίων ἀποίκους, ἑαυτῶν δὲ ξυμμάχους φόρου υποτελεῖς, ἐκέλευον τὸ ἐς Παλλήνην τεῖχος καθελεῖν καὶ ὁμήρους δοῦναι, τούς τε ἐπιδημιουργοὺς ἐκπέμπειν καὶ τὸ λοιπὸν μὴ δέχεσθαι οὓς κατὰ ἔτος ἕκαστον Κορίνθιοι ἔπεμπον, δείσαντες μὴ ἀποστῶσιν ὑπό τε Περδίκκου πειθόμενοι καὶ Κορινθίων, τούς τε ἄλλους ἐπὶ Θρᾴκης ξυναποστήσωσι ξυμμάχους. Thucydides I, 36.

« AnkstesnisTęsti »